Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.83 Joseph. AJ 8.88 (English) >>Joseph. AJ 8.93

8.86πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν· κατὰ δʼ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε. 8.87πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν. 8.88

Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας· οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος· 8.89τραπεζῶν τε πλῆθος ἀνέθηκεν βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφʼ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφʼ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια. 8.90καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθʼ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας· ταύτην γὰρ κατὰ νότον ἔστησεν, δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου· ἐν τούτῳ δὲ κιβωτὸς ἔμελλε κεῖσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.83 Joseph. AJ 8.88 (English) >>Joseph. AJ 8.93

Powered by PhiloLogic